Εἰ τοῦ ὕδατός ἐστι βάσις ἡ γῆ, πῶς ἡ γῆ ἐπὶ τῶν ὑδάτων
ἐστερέωται
ἐστερεώθη
; Πῶς δὲ καὶ
ὁἸὼβ
ὁ Ἰὼβ
ἀληθεύει λέγων
τὸ
κρεμάσας τὴν γῆν ἐπ' οὐδενός
;
Καὶ μήποτε ἡ μὲν ὑποκάτω γῆ τῆς ἀβύσσου κρέμαται ἐπ' οὐδενός, ἡ δὲ ἐπάνω γῆ τῆς ἀβύσσου, ἐφ' ἧς
καὶ ἡμεῖς κατοικοῦμεν͂
ἡμεῖς κατοικοῦμεν,
ἐπὶ τῶν ὑδάτων τῆς ἀβύσσου ἐστερεώθη, ὡς εἶναι τὴν ἄβυσσον ἐν μέσῳ τῆς γῆς περιεχομένην ὡς ἐν ἀγγείῳ. Καὶ ταῦτα μὲν εἴ τις βούλοιτο τῇ ἱστορίᾳ συναγωνίζεσθαι, πρὸς δὲ διάνοιαν· δοξολογεῖτε, φησί, τὸν στερεώσαντα τὴν φύσιν τὴν λογικὴν ἐπὶ τῆς ἀληθοῦς
γνώσεως.ὅτι
γνώσεως. Ὅτι
δὲ ἐν τοῖς εὐαγγελίοις ὁ κύριος γῆν λέγει τὰς λογικὰς ψυχὰς καὶ ὕδωρ τὴν γνῶσιν ἐκ τοῦ σπόρου τοῦ πεσόντος
εἰς
ἐπὶ
τὴν γῆν τὴν καλὴν ἔστι μαθεῖν καὶ ἐκ τοῦ ῥέοντος ποταμοῦ
τοῦ πεπιστευκότος
. Καὶ
τὰ ἑξῆς δὲ τοῦ ψαλμοῦ ἀκολουθεῖ τῇ δευτέρᾳ ἐξηγήσει, ἐν οἷς σελήνη καὶ ἀστέρες φωτίζουσι ταύτην τὴν γῆν ἐν ἀγνοίᾳ τέως διάγουσαν καὶ μήπω δυναμένην φωτισθῆναι ὑπὸ τοῦ τῆς
· Καὶ πάλιν Αἴγυπτος
καταλαμβάνεται
καταλιμπάνεται
σύμβολον οὖσα κακίας, τῶν κατὰ διάνοιαν πρωτοτόκων φθαρέντων· καὶ κολάζεται Φαραὼ τοῖς πνευματικοῖς ἐναποπνιγόμενος ὕδασιν· καὶ
ὁἸσραὴλ
ὁ Ἰσραὴλ
ὁδεύει τὴν ἔρημον πεινῶν καὶ διψῶν καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβολον τῆς πρακτικῆς, σπεύδων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, ἥντινά
φησι
φασὶν
εἶναι τὴν γνῶσιν τοῦ θεοῦ.